TLG 5046 001 :: SCHOLIA IN THEONEM RHETOREM :: Scholia in progymnasmata (scholia recentiora) SCHOLIA IN THEONEM RHETOREM Schol.
Rhet. Scholia in progymnasmata (scholia recentiora) Citation: Page — (line) | ||
257(1t) | SCHOLIA | |
2t | IN | |
---|---|---|
3t | THEONIS PROGYMNASMATA. | |
9 | τὴν προσήκουσαν ὑπόκρι‐ | |
10 | σιν. Ὅρος ὑποκριτοῦ. Ὑπόκρισίς ἐστιν ἡ τῶν ὑπο‐ κειμένων προσώπων καὶ πραγμάτων μίμησις· ἄλλως φω‐ νῆς καὶ σχήματος πιθανὴ διάθεσις, πρέπουσα τῷ ὑπο‐ κειμένῳ προσώπῳ καὶ πράγματι. Μῦθός ἐστι λόγος ψευδής. | |
15 | Μῦθος μὲν εἴρηται οἷον λόγος τις ὢν, ἐπεὶ καὶ μυθεῖ‐ σθαι τὸ λέγειν ἐκάλουν οἱ παλαιοί· οὐχ ὅτι δὲ λόγος | |
ἁπλῶς, ὥς τισιν ἔδοξεν, εἴρηται μῦθος, ἀλλ’ ὅτι τις | 257 | |
258 | φύσει ψευδής· τοῦτο γὰρ τοῦ μύθου τὸ ἴδιον, οὗ μὴ παρόντος οὐδὲ μῦθος κληθήσεται. Τοῦ δὲ μύθου ὡς γένος μέν ἐστιν ὁ λόγος, τὰ δὲ εἴδη τὰ διάφορα χωρί‐ ζουσιν αὐτὸν ἀπὸ τῶν ἀληθῶν. Τὸ μὲν οὖν ψευδὴς | |
5 | προτέτακται, ἐπειδὴ ὁμολογουμένως ἐκ ψευδῶν σύγκει‐ ται, εἰκονίζων δὲ ἀλήθειαν εἴρηται, ἀντὶ τοῦ εἰκόνα ἀλη‐ θείας ἔχων. Εἰκόνα δὲ ἀληθείας ἔχει ὁ μῦθος, ἐπειδὴ οὐκ ἂν ἐργάσαιτο τὸ ἑαυτοῦ μὴ ἔχων τινὰ πρὸς τὸ ἀληθὲς ὁμοιότητα. Γένοιτο δ’ ἂν πρὸς τὸ ἀληθὲς ὅ‐ | |
10 | μοιος ἐκ τοῦ πιθανοῦ τοῦ κατὰ τὴν πλάσιν. Ψευδὴς οὖν ἐστι κατὰ φύσιν, πιθανὸς δὲ κατὰ τὴν πλάσιν. Πό‐ θεν δ’ ἂν γένοιτο τὸ πιθανὸν σκοπητέον ἐκ τόπων, πε‐ ρὶ οὓς διατρίβειν εἴωθε τὰ ὑποκείμενα ζῶα, ἐκ λόγων τῶν τῇ φύσει ἑκάστου ἁρμοζόντων, ἐκ πραγμάτων, ἃ | |
15 | μὴ ὑπερβαίνει τὴν ἑκάστου ποιότητα· οἷον ἵνα μὴ λέ‐ γωμεν, ὁ μῦς περὶ τὴν βασιλείαν τῶν ζώων ἐβουλεύ‐ σατο, ἢ ὅτι λέων ἐζωγρήθη ὑπὸ τῆς τοῦ τυροῦ κνίσ‐ σης· κἂν λόγους τινὰς δεήσῃ περιθεῖναι, ἵνα ἡ μὲν ἀ‐ λώπηξ ποικίλα φθέγγηται, τὰ δὲ πρόβατα εὐήθη καὶ | |
20 | μετὰ ἀνοίας, καὶ ἵνα ὁ μὲν ἀετὸς ἁρπακτικὸς καὶ νε‐ βρῶν καὶ ἀρνῶν εἰσάγηται, ὁ δὲ κολοιὸς μηδὲν τοιοῦ‐ τον μηδὲ ἐννοῶν· ἢ τὸ εἰκονίζων ἀλήθειαν εἶπε, καθότι ἐκ τῶν τῇ ἀληθείᾳ συμβαινόντων πραγμάτων ἔχει τὴν σύνθεσιν· καὶ γὰρ πρὸς τὰ συμβαίνοντα τοῖς ἀνθρώ‐ | |
25 | ποις ἀποβλέποντες, οὕτω πρὸς εἰκόνα τὸν μῦθον συν‐ τιθέμεθα· οἷον ἰδόντες πολλοὺς διὰ κέρδος τι πράττον‐ τας καὶ τὸ προσὸν ἀπολέσαντας, καὶ δι’ ἡδονὴν ἄλλως τὴν οἰκείαν προδόντας ἀσφάλειαν, οὕτω τὸν τοῦ κυνὸς | |
καὶ τοῦ ἀκρατοῦς τοῦ ἐρῶντος τῆς κόρης τὸν μῦθον | 258 | |
259 | ἂν ἐπλάσαμεν, παραδείξαντες τὴν συμβουλὴν, ἅ τινα τῶν πραγμάτων πράττοντες ἢ μὴ πράττοντες κατορθοῖ‐ μεν, καὶ παριστῶμεν, οἷον τοῖς ἀνθρώποις ἀποβήσε‐ ται πράγματα, οἷον ἐκ τῶν ὑποκριτῶν τὸ φοβερὸν καὶ | |
5 | τὸ ἀρχικὸν, ὡς ἐπὶ τοῦ ὄνου τοῦ περιθέντος ἑαυτῷ τὴν λεοντῆν. Σώπατρος δὲ οὕτω τὸν μῦθον ὡρίσατο· μῦ‐ θός ἐστι πλάσμα πιθανῶς πρὸς εἰκόνα τῶν τῇ ἀληθείᾳ συμβαινόντων πραγμάτων συγκείμενον, συμβουλήν τι‐ να τοῖς ἀνθρώποις ἢ ὑπογραφήν τινα τῶν πραγμάτων | |
10 | ποιούμενον· πλάσμα μὲν, διότι πρὸς τὸ δοκοῦν ἡμῖν πρᾶγμα πλάττεται· γίνεται δὲ πιθανὸς, ὅτι κατὰ τὴν φύσιν, ἢ τὴν ἀξίαν ἑνὸς ἑκάστου ζώου τοὺς λόγους ἢ τὰ πράγματα πλάττομεν. τοῦ μὲν γὰρ λέοντος ὄντος βα‐ σιλικοῦ, βασιλικὸν ἐπινοοῦμεν τὸ φρόνημα· τῆς δὲ ἀλώ‐ | |
15 | πεκος οὔσης κακούργου, κακοῦργον ἀναπλάττομεν τὴν διάνοιαν· δειλοῦ δὲ καὶ ἀναισθήτου ἐλάφου, κατὰ τὸν αὐτὸν λόγον, ὡς, εἴ τι τούτου παραλλάξομεν, ἀπίθανος ὁ λόγος γένηται· ἐκ δὲ τῶν τῇ ἀληθείᾳ συμβαινόντων ἔχει τὴν σύνθεσιν· ἔτι πρὸς τὰ συμβαίνοντα τοῖς ἀνθρώ‐ | |
20 | ποις, ὡς εἴρηται, ἀποβλέποντες, οὕτω τὸν μῦθον πρὸς εἰκόνα συντίθεμεν. Αἶνός ἐστι λόγος μυθικῶς ἐκφερόμενος ἀπὸ ἀλόγων ζώων ἢ φυτῶν πρὸς ἄλλων παραίνεσιν. Τὸν λόγον δὲ οὕτως ἐποίσομεν. | |
25 | Λόγον ἐνταῦθα τὸ ἐπιμύθιον λέγει, καὶ γὰρ ἐπιμύθιόν ἐστι λόγος ὁ πρὸς τὸν μῦθον εἰσφερόμενος, καὶ δηλῶν τὸ ἐν αὐτῷ χρήσιμον. Τοῦτο δὲ τριχῶς ἐκφέρουσιν, ἢ παραδειγματικῶς, ἢ ἐνθυμηματικῶς, ἢ προφωνηματικῶς· οἷον παραδειγματικῶς μὲν, οὕτω νεότης πονεῖν οὐκ ἐθέ‐ | |
30 | λουσα παρὰ τὸ γῆρας κακοπραγεῖ· ἐνθυμηματικῶς δὲ, | 259 |
260 | ὅτ’ ἂν λέγωμεν· ὁ γὰρ μὴ τόδε τι ποιῶν κατηγορίας ἄ‐ ξιος· προσφωνηματικῶς δὲ, καὶ σὺ, ὦ παῖ, τῶνδε ἢ τῶνδε ἀπέχου. Ἐπιλόγου δὲ τάξιν τὸ ἐπιμύθιον ἔχει. Εἰδέναι χρὴ, ὅτι πραγμάτων γεγονό‐ | |
5 | των εἶπε διὰ τὰ ἱστορικὰ καὶ ἀτελῆ, ἢ ὡς γεγονότων πάλιν εἶπε διὰ τὰ πλασματικὰ καὶ ψευδῆ. Καὶ γὰρ τὸ διήγημα ἀφήγησίς ἐστι πραγμάτων ἀληθῶς γενομένων ἢ γεγενῆσθαι δοκούντων· τῶν γὰρ πραγμάτων τὰ μέν ἐστι φύσει ἀληθῆ, τὸ γὰρ ἀληθὲς ὁ ῥήτωρ οὐ μόνον κρίνει | |
10 | πρὸς τὴν φύσιν τῶν πραγμάτων ὁρῶν, ἀλλὰ καὶ πρὸς τὸ τῶν εἰπόντων ἔνδοξον πρόσωπον· τὸ γὰρ ὁμολογού‐ μενον ἀληθὲς ἐν δυσὶ θεωρεῖται τούτοις, ἢ ὅταν δοκῇ πᾶσι τοῦθ’ οὕτως ἔχειν, ἢ ὅταν οὕτως ἀρέσκῃ τοῖς ἐν‐ δόξοις τῶν παλαιῶν φιλοσόφων ἢ ποιητῶν· οὕτω γοῦν | |
15 | τὰ μυθικὰ διηγήματα, εἰ καὶ ψευδῆ φύσει τυγχάνει, ἀλ‐ λὰ διὰ τοὺς σοφοὺς ἄνδρας, τοὺς μνησθέντας αὐτῶν ὡς ἀληθῶν καὶ ἡμεῖς τὰ τοιαῦτα ὡς ἀληθῆ λαμβάνομεν, ἐκ τῶν μνησθέντων κρίσιν τῆς ἀληθείας δεχόμενοι· διὸ καὶ παρὰ τοῖς ῥήτορσιν εὑρεθήσεται σφόδρα πολλὰ, φύ‐ | |
20 | σιν μὲν ἀληθείας οὐκ ἔχοντα, διὰ δὲ τῶν μνημονευ‐ σάντων ἐνδόξων προσώπων ὡς ἀληθῆ τιμώμενα. Ὅρος σαφηνείας. Σαφήνειά ἐστιν ἡ ἐναργὴς τῶν πραγμάτων διδασκαλία μηδὲν ἐξ ἑρμηνείας ἀμφίβολον ἔχουσα. | |
25 | Σαφὴς δὲ ἡ διήγησις γίνεται. Εἰδέναι δεῖ, ὅτι οὐκ ἀεὶ φροντιοῦμεν τῆς σαφηνείας, ἀλλὰ σα‐ φῶς μὲν ἐροῦμεν ὑπὲρ ἡμῶν, ἀσαφῶς δὲ τὰ καθ’ ἡμῶν, ὥσπερ καὶ Δημοσθένης ἐν τῷ περὶ τοῦ στεφάνου οὐκ ἔχων λῦσαι τοὺς καθ’ ἑαυτοῦ νόμους, οἷς Αἰσχίνης ἐχρή‐ | |
30 | σατο κατ’ αὐτοῦ, κατέφυγεν ἐπὶ τὸ ἀσαφὲς, οὑτωσὶ λέ‐ | |
γων· τῶν μὲν οὖν νόμων, οὓς οὗτος ἄνω καὶ κάτω κυ‐ | 260 | |
261 | κῶν ἔλεγε περὶ τῶν παραγεγραμμένων, οὔτε ὑμᾶς, μὰ τοὺς θεοὺς, οἶμαι μανθάνειν, οὔτε ἐδυνάμην συνεῖναι τὰ πολλά. Φυλακτέον δὲ καὶ τὸ μὴ συγχεῖν. Τὸ τοι‐ | |
5 | οῦτον, εἰ καὶ οἰκονομίας πολλάκις ἐπέχει χρείαν, ἀλλ’ ὅμως δυσπαρακολούθητον καὶ ἀσαφῆ τὸν λόγον ποιεῖ. Καὶ τὸ δὶς τὰ αὐτά. Τὸ τοιοῦτον μακρὸν καὶ ὀχληρόν ἐστιν, εἰ μὴ ἄρα ταῖς ἐργασίαις αὐτὸ μεταχει‐ ρισόμεθα, καὶ νῦν μὲν ὡς ἐπιδεικνύοντες λέγομεν, νῦν | |
10 | δὲ ὡς ἀνακεφαλαιούμενοι, ἐν ἑνὶ πάντα ἀναλαμβάνοντες. Περὶ συντομίας. Ἀναγκαῖον εἰδέναι καὶ τοῦτο, ὅτι τὴν συντομίαν πρὸς τὴν ἀξίαν τῆς χρείας δοκιμά‐ ζεσθαι δεῖ. οὐ γὰρ φλυαρεῖν τὸν Δημοσθένην ἐροῦμεν ἐν τῷ περὶ τοῦ στεφάνου τοσαῦτα τιθέντα, οὐδὲ τῆς | |
15 | κατὰ τὴν συντομίαν ἀρετῆς ἐκπεσεῖν· μακρὸν γὰρ οὐχ ἁπλῶς τὸ μακρὸν, ἀλλ’ ὅσον ἔξω τῆς χρείας· καὶ σύν‐ τομον, οὐχ ὅπερ τῇ βραχύτητι τῶν στοιχείων ἀδικήσει τὰ πράγματα, ἀλλ’ ὅπερ τῶν ὑποκειμένων πραγμάτων τῇ χρείᾳ τὸ μέτρον ἐκτείνει. Δεῖ δὲ προσθεῖναι καὶ τὸ | |
20 | κυρίαις κεχρῆσθαι ταῖς λέξεσιν. Ἄμεινον δὲ, ἀντὶ τῆς συντομίας τὴν συμμετρίαν εἰπεῖν· καὶ γὰρ πολλὰ καὶ ἐλάχιστα ἐροῦμεν ἀκολουθοῦντες τῇ ὕλῃ, ἀλλ’ οὐδὲ ταῖς λέξεσι πανταχοῦ χρησόμεθα κυρίαις, ὅπερ ἐστὶ τοῦ ἑλλη‐ νισμοῦ, ἀλλ’ ἔστιν ὅτε καὶ τροπικαῖς, ὡς ὁ Δημοσθένης. | |
25 | Περὶ πιθανότητος. Πιθανότης ἐστὶν ἔμφασις ἀληθείας. πιθανὴ γοῦν διήγησις γίνεται, εἰ πάντα ὅσα λέ‐ γει τις, ἐξομοιοῦν πειρῷτο τοῖς ἀληθέσι· τοῦτο δὲ γένοιτ’ ἂν, ἐὰν μὴ ψιλὰ τὰ πράγματα τιθῶμεν, ἀλλὰ καὶ τὰ μό‐ ρια αὐτῶν προσλαμβάνωμεν, ἐξ ὧν ἡ διήγησις πληροῦ‐ | |
30 | ται. μόρια δὲ διηγήσεώς ἐστι τὰ ἓξ περιστατικά· ποιεῖ | |
δὲ πιθανότητα καὶ τὸ περὶ ἑαυτοῦ μὲν κακόν τι εἰπεῖν | 261 | |
262 | μικρὸν, περὶ δὲ τοῦ ἀντιδίκου ἀγαθὸν ὁμολογούμενον· συνεργεῖ δὲ πρὸς πειθὼ καὶ λέξις ἀνεπιτήδευτος καὶ τὸ αὐτοσχέδιον ἐμφαίνουσα. Ποιήσεις δὲ πιθανότητα, καὶ ἐὰν μὴ πάντα βεβαιῶν λέγῃς, ἀλλὰ προστιθῇς τὸ οἶμαι | |
5 | καὶ τάχα καὶ ἴσως, καὶ τὰ τοιαῦτα. Ἐπεὶ γὰρ πιθανόν ἐστι τὸ ἐπαγωγόν τι ἔχον καὶ ἐπισπαστικὸν πρὸς συν‐ κατάθεσιν, δῆλον ὅτι στοχάζεται ὁ ῥήτωρ τοῦ πιθανοῦ. εἰ μὲν γὰρ πρὸς ἀστείους ἢ ἐγγυτάτω τῷ ἄστει ἀεὶ ἐγίγνοντο αὐτῷ οἱ λόγοι, πάντοτε ἂν κατὰ τὸ ἀληθὲς | |
10 | πιθανὸν ἐποιεῖτο τὸν λόγον· ἐπεὶ δὲ ὡς ἐπὶ τὸ πλεῖστον πρὸς ἰδιώτας, οἷς οἰκεῖον διὰ πολλῶν τὸ ἀληθὲς ἐμφα‐ νίσαι, δῆλον, ὡς οὐχὶ τοῖς ὑγιέσι μόνον χρήσεται, ἀλλὰ καὶ τοῖς ψευδέσιν, ὡσανεὶ καὶ πρὸς παῖδας ἐποιεῖτο τοὺς λόγους· κωλύσει δὲ οὐδὲν καὶ τῷ ψεύδει χρήσασθαι, | |
15 | ὡς δελέατι τοῦ ἀληθοῦς μηνύοντας, ἰατροῦ δίκην καὶ στρατηγοῦ· προηγούμενον γὰρ αὐτῷ ἔσται τὸ χωρὶς ἀπά‐ της, εἰ δύναιτο πεῖσαι· δεύτερος δὲ, ὥς φασι πλοῦς τῆς τοῦ πεῖσαι χρείας τὸ κἂν δι’ ἀπάτης καὶ κακοτεχνίας, καὶ συνελόντι εἰπεῖν, ὑπὲρ τοῦ πιθανὴν εἶναι τὴν διήγη‐ | |
20 | σιν, πάντα ἤ τινα τῶν εἰρημένων παραληπτέον. | 262 |